Αισχύλου

Ευμενίδες


Aeschylus. Eumenides

For browsing Ancient Greek texts you need "Palatino Linotype" or "Athena" font (without installation of Greek language to PC)

Source: ed. Herbert Weir Smyth, 1926

E-Text by The Little Sailing

HTML by Aerius (ae-lib.by.ru)


 

Πυθιάς

πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν

τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,

ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο

μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ

λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός, [5

Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,

Φοίβη· δίδωσι δ᾽ ἣ γενέθλιον δόσιν

Φοίβῳ· τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.

λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,

κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, [10

ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ ἕδρας.

πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα

κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα

ἀνήμερον τιθέντες ἡμερωμένην.

μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς, [15

Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.

τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα

ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·

Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός.

τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς. [20

Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται·

σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα

κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·

Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,

ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, [25

λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·

Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος

καλοῦσα καὶ τέλειον ὕψιστον Δία,

ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.

καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ [30

ἄριστα δοῖεν· κεἰ παρ᾽ Ἑλλήνων τινές,

ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.

μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.

Πυθιάς

ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν,

πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, [35

ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν,

τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·

δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.

ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·

ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ [40

ἕδραν ἔχοντα προστρόπαιον, αἵματι

στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος

ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,

λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,

ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ. [45

πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος

εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.

οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,

οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.

εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας [50

δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν

αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι·

ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν·

ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·

καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα [55

φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.

τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας

οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος

τρέφουσ᾽ ἀνατεὶ μὴ μεταστένειν πόνον.

τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων [60

αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.

ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος

καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.

Ἀπόλλων

οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ

ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν [65

ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.

καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·

ὕπνῳ πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι κόραι,

γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται

θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε. [70

κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν

σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,

μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.

ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.

ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς [75

βιβῶντ᾽ ἀν᾽ αἰεὶ τὴν πλανοστιβῆ χθόνα

ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.

καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος

πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν

ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. [80

κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους

μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,

ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων·

καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.

Ὀρέστης

ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ᾽δικεῖν· [85

ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ᾽μελεῖν μάθε.

σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.

Ἀπόλλων

μέμνησο, μὴ φόβος σε νικάτω φρένας.

σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,

Ἑρμῆ, φύλασσε· κάρτα δ᾽ ὢν ἐπώνυμος [90

πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν

ἱκέτην-σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας-

ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

Κλυταιμήστρας Εἴδωλον

εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;

ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη [95

ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον

ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,

αἰσχρῶς δ᾽ ἀλῶμαι· προυννέπω δ᾽ ὑμῖν ὅτι

ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·

παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, [100

οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,

κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.

ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.

εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,

ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν. [105

ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,

χοάς τ᾽ ἀοίνους, νηφάλια μειλίγματα,

καὶ νυκτίσεμνα δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς

ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.

καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα. [110

ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,

καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων

ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.

ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ

ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί. [115

ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.

Χορός

(μυγμός. )

Κλυταιμήστρας Εἴδωλον

μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω·

φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.

Χορός

(μυγμός. ) [120

Κλυταιμήστρας Εἴδωλον

ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·

φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.

Χορός

(ὠγμός. )

Κλυταιμήστρας Εἴδωλον

ᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;

τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά; [125

Χορός

(ὠγμός. )

Κλυταιμήστρας Εἴδωλον

ὕπνος πόνος τε κύριοι συνωμόται

δεινῆς δρακαίνης ἐξεκήραναν μένος.

Χορός

(μυγμὸς διπλοῦς ὀξύς. )

λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου. [130

Κλυταιμήστρας Εἴδωλον

ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ

κύων μέριμναν οὔποτ᾽ ἐκλείπων πόνου.

τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,

μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ.

ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν· [135

τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.

σὺ δ᾽ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷ,

ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,

ἕπου, μάραινε δευτέροις διώγμασιν.

Χορός

ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ. [140

εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον,

ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾷ.

ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,-

ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,-

ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι, [145

ἄφερτον κακόν·

ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽ ὁ θήρ.-

ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα.

ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,-

νέος δὲ γραίας δαίμονας καθιππάσω,- [150

τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ

τοκεῦσιν πικρόν·

τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός.-

τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν;

ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν [155

ἔτυψεν δίκαν διφρηλάτου

μεσολαβεῖ κέντρῳ

ὑπὸ φρένας, ὑπὸ λοβόν.-

πάρεστι μαστίκτορος δαΐου δαμίου [160

βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.

τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,

κρατοῦντες τὸ πᾶν δίκας πλέον

φονολιβῆ θρόνον

περὶ πόδα, περὶ κάρα.- [165

πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων

βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.

ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι

μυχὸν ἐχράνατ᾽ αὐτόσσυτος, αὐτόκλητος, [170

παρὰ νόμον θεῶν βρότεα μὲν τίων,

παλαιγενεῖς δὲ μοίρας φθίσας.

κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,

ὑπό τε γᾶν φυγὼν οὔ ποτ᾽ ἐλευθεροῦται. [175

ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν κάρᾳ

μιάστορ᾽ ἐκ γένους πάσεται.

Ἀπόλλων

ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος

χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, [180

μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,

χρυσηλάτου θώμιγγος ἐξορμώμενον,

ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ ἀπ᾽ ἀνθρώπων ἀφρόν,

ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.

οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει· [185

ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι

δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθορᾷ

παίδων κακοῦται χλοῦνις, ἠδ᾽ ἀκρωνία,

λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν

ὑπὸ ῥάχιν παγέντες. ἆρ᾽ ἀκούετε [190

οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς

στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος

μορφῆς. λέοντος ἄντρον αἱματορρόφου

οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις

ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος. [195

χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι.

ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν.

Χορός

ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.

αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,

ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος. [200

Ἀπόλλων

πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.

Χορός

ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.

Ἀπόλλων

ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ;

Χορός

κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου.

Ἀπόλλων

καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους. [205

Χορός

καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;

Ἀπόλλων

οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.

Χορός

ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.

Ἀπόλλων

τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.

Χορός

τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. [210

Ἀπόλλων

τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;

Χορός

οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.

Ἀπόλλων

ἦ κάρτ᾽ ἄτιμα καὶ παρ᾽ οὐδὲν εἰργάσω

Ἥρας τελείας καὶ Διὸς πιστώματα.

Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ, [215

ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.

εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος

ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη.

εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς

τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότῳ, [220

οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν.

τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην,

τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.

δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά.

Χορός

τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ. [225

Ἀπόλλων

σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλείω τίθου.

Χορός

τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.

Ἀπόλλων

οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.

Χορός

μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.

ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῷον, δίκας [230

μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.

Ἀπόλλων

ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι·

δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει

τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.

Ὀρέστης

ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύμασιν [235

ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,

οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,

ἀλλ᾽ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς

ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.

ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, [240

σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,

πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.

αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.

Χορός

εἶεν· τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.

ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς. [245

τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν

πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.

πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ

σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,

ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν [250

ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.

καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.

ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.

ὅρα ὅρα μάλ᾽ αὖ,

λεύσσετε πάντα, μὴ [255

λάθῃ φύγδα βὰς

[ὁ ] ματροφόνος ἀτίτας.

ὁ δ᾽ αὖτέ γ᾽ [οὖν] ἀλκὰν ἔχων

περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου

ὑπόδικος θέλει γενέσθαι χρεῶν. [260

τὸ δ᾽ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ

δυσαγκόμιστον, παπαῖ,

τὸ διερὸν πέδοι χύμενον οἴχεται.

ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν

ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ [265

φεροίμαν βοσκὰν πώματος δυσπότου·

καὶ ζῶντά σ᾽ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,

ἀντίποιν᾽ ὡς τίνῃς ματροφόνου δύας.

ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν

ἢ θεὸν ἢ ξένον [270

τιν᾽ ἀσεβῶνᾳ ἢ τοκέας φίλους,

ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.

μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν

ἔνερθε χθονός,

δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί. [275

Ὀρέστης

ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι

πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη

σιγᾶν θ᾽ ὁμοίως· ἐν δὲ τῷδε πράγματι

φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.

βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, [280

μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει·

ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ

Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.

πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος,

ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. [285

[χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.]

καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ

χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ

μολεῖν ἀρωγόν· κτήσεται δ᾽ ἄνευ δορὸς

αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν [290

πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.

ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,

Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,

τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,

φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα [295

θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,

ἔλθοι-κλύει δὲ καὶ πρόσωθεν ὢν θεός-

ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος.

Χορός

οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος

ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον [300

ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν,

ἀναίματον βόσκημα δαιμόνων, σκιάν.

οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους,

ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;

καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς· [305

ὕμνον δ᾽ ἀκούσῃ τόνδε δέσμιον σέθεν.

ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ

μοῦσαν στυγερὰν

ἀποφαίνεσθαι δεδόκηκεν,

λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους [310

ὡς ἐπινωμᾷ στάσις ἁμά.

εὐθυδίκαιοι δ᾽ οἰόμεθ᾽ εἶναι·

τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽

οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,

ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ· [315

ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ

χεῖρας φονίας ἐπικρύπτει,

μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν

παραγιγνόμεναι πράκτορες αἵματος

αὐτῷ τελέως ἐφάνημεν. [320

μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ

Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν

ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ-

νίς μ᾽ ἄτιμον τίθησιν

τόνδ᾽ ἀφαιρούμενος [325

πτῶκα, ματρῷον ἅ-

γνισμα κύριον φόνου.

ἐπὶ δὲ τῷ τεθυμένῳ

τόδε μέλος, παρακοπά,

παραφορὰ φρενοδαλής, [330

ὕμνος ἐξ Ἐρινύων,

δέσμιος φρενῶν, ἀφόρ-

μικτος, αὐονὰ βροτοῖς.

τοῦτο γὰρ λάχος διανταία

Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν, [335

θνατῶν τοῖσιν αὐτουργίαι

ξυμπέσωσιν μάταιοι,

τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν

γᾶν ὑπέλθῃ· θανὼν δ᾽

οὐκ ἄγαν ἐλεύθερος. [340

ἐπὶ δὲ τῷ τεθυμένῳ

τόδε μέλος, παρακοπά,

παραφορὰ φρενοδαλής,

ὕμνος ἐξ Ἐρινύων,

δέσμιος φρενῶν, ἀφόρ- [345

μικτος, αὐονὰ βροτοῖς.

γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη·

ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστί [350

συνδαίτωρ μετάκοινος·

παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην

-υ-υ-υ-

<δωμάτων γὰρ εἱλόμαν [354

ἀνατροπάς, ὅταν Ἄρης [355

τιθασὸς ὢν φίλον ἕλῃ.

ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι

κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ-

ροῦμεν ὑφ᾽ αἵματος νέου.>

σπεύδομεν αἵδ᾽ ἀφελεῖν τινὰ τάσδε μερίμνας, [360

θεῶν δ᾽ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν,

μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν·

Ζεὺς δ᾽ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας [365

ἇς ἀπηξιώσατο. [367

<δωμάτων γὰρ εἱλόμαν [354α

ἀνατροπάς, ὅταν Ἄρης [355α

τιθασὸς ὢν φίλον ἕλῃ. [356α

ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι [357α

κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ- [358α

ροῦμεν ὑφ᾽ αἵματος νέου.> [359α

δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ [368

τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι

ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη- [370

σμοῖς τ᾽ ἐπιφθόνοις ποδός.

<μάλα γὰρ οὖν ἁλομένα

ἀνέκαθεν βαρυπεσῆ

καταφέρω ποδὸς ἀκμάν,

σφαλερὰ <καὶ> τανυδρόμοις [375

κῶλα, δύσφορον ἄταν.>

πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ·

τοῖον [γὰρ] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,

καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ-

ται πολύστονος φάτις. [380

<μάλα γὰρ οὖν ἁλομένα [372α

ἀνέκαθεν βαρυπεσῆ [373α

καταφέρω ποδὸς ἀκμάν, [374α

σφαλερὰ καὶ τανυδρόμοις [375α

κῶλα, δύσφορον ἄταν.> [376α

μένει γάρ. εὐμήχανοί [381

τε καὶ τέλειοι, κακῶν

τε μνήμονες σεμναὶ

καὶ δυσπαρήγοροι βροτοῖς,

ἄτιμ᾽ ἀτίετα διόμεναι [385

λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ

λάμπᾳ, δυσοδοπαίπαλα

δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.

τίς οὖν τάδ᾽ οὐχ ἅζεταί

τε καὶ δέδοικεν βροτῶν, [390

ἐμοῦ κλύων θεσμὸν

τὸν μοιρόκραντον ἐκ θεῶν

δοθέντα τέλεον; ἔτι δέ μοι

<μένει> γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας

κύρω, καίπερ ὑπὸ χθόνα [395

τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.

Ἀθηνᾶ

πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν

ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,

ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,

τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, [400

ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,

ἐξαίρετον δώρημα Θησέως τόκοις·

ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,

πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.

[πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον] [405

καινὴν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς

ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.

τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω·

βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,

ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, [410

οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας

οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.

λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς

πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.

Χορός

πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη. [415

ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.

Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.

Ἀθηνᾶ

γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.

Χορός

τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.

Ἀθηνᾶ

μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον. [420

Χορός

βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.

Ἀθηνᾶ

καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;

Χορός

ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.

Ἀθηνᾶ

ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς φυγάς;

Χορός

φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. [425

Ἀθηνᾶ

ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;

Χορός

ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;

Ἀθηνᾶ

δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.

Χορός

ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι.

Ἀθηνᾶ

κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις. [430

Χορός

πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.

Ἀθηνᾶ

ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.

Χορός

ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.

Ἀθηνᾶ

ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;

Χορός

πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων. [435

Ἀθηνᾶ

τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;

λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς

τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον·

εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε

ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας [440

σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.

τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.

Ὀρέστης

ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων

τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.

οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος [445

πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.

τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.

ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,

ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου

σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ. [450

πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα

οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.

ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.

γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.

Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς, [455

Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,

ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν

ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν

εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ

μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν [460

κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.

κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,

ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,

ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.

καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, [465

ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,

εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.

σὺ δ᾽ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·

πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.

Ἀθηνᾶ

τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε [470

βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις

φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·

ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς

ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·

οὕτως δ᾽ ἄμομφον ὄντα σ᾽ αἰδοῦμαι πόλει. [475

αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,

καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,

χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων

πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.

τοιαῦτα μὲν τάδ᾽ ἐστίν· ἀμφότερα, μένειν [480

πέμπειν τε δυσπήμαντ᾽ ἀμηχάνως ἐμοί.

ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,

φόνων δικαστὰς ὁρκίους αἱρουμένη

θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον.

ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια [485

καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα·

κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα

ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως,

ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.

Χορός

νῦν καταστροφαὶ νέων [490

θεσμίων, εἰ κρατή-

σει δίκα <τε> καὶ βλάβα

τοῦδε ματροκτόνου.

πάντας ἤδη τόδ᾽ ἔργον εὐχερεί-

ᾳ συναρμόσει βροτούς· [495

πολλὰ δ᾽ ἔτυμα παιδότρωτα

πάθεα προσμένει τοκεῦ-

σιν μεταῦθις ἐν χρόνῳ.

οὐδὲ γὰρ βροτοσκόπων

μαινάδων τῶνδ᾽ ἐφέρ- [500

ψει κότος τις ἐργμάτων-

πάντ᾽ ἐφήσω μόρον.

πεύσεται δ᾽ ἄλλος ἄλλοθεν, προφω-

νῶν τὰ τῶν πέλας κακά,

λῆξιν ὑπόδοσίν τε μόχθων· [505

ἄκεά τ᾽ οὐ βέβαια τλά-

μων [δέ τις ] μάταν παρηγορεῖ.

μηδέ τις κικλῃσκέτω

ξυμφορᾷ τετυμμένος,

τοῦτ᾽ ἔπος θροούμενος, [510

ὦ δίκα,

ὦ θρόνοι τ᾽ Ἐρινύων.

ταῦτά τις τάχ᾽ ἂν πατὴρ

ἢ τεκοῦσα νεοπαθὴς

οἶκτον οἰκτίσαιτ᾽, ἐπει- [515

δὴ πίτνει δόμος δίκας.

ἔσθ᾽ ὅπου τὸ δεινὸν εὖ,

καὶ φρενῶν ἐπίσκοπον

δεῖ μένειν καθήμενον.

ξυμφέρει [520

σωφρονεῖν ὑπὸ στένει.

τίς δὲ μηδὲν ἐν δέει

καρδίαν <ἂν> ἀνατρέφων

ἢ πόλις βροτός θ᾽ ὁμοί-

ως ἔτ᾽ ἂν σέβοι δίκαν; [525

μήτ᾽ ἀνάρχετον βίον

μήτε δεσποτούμενον

αἰνέσῃς.

παντὶ μέσῳ τὸ κράτος

θεὸς ὤπασεν, ἄλλ᾽ [530

ἄλλᾳ δ᾽ ἐφορεύει.

ξύμμετρον δ᾽ ἔπος λέγω,

δυσσεβίας μὲν ὕβρις

τέκος ὡς ἐτύμως·

ἐκ δ᾽ ὑγιεί- [535

ας φρενῶν ὁ πάμφιλος

καὶ πολύευκτος ὄλβος.

ἐς τὸ πᾶν δέ σοι λέγω,

βωμὸν αἴδεσαι Δίκας·

μηδέ νιν [540

κέρδος ἰδὼν ἀθέῳ

ποδὶ λὰξ ἀτίσῃς·

ποινὰ γὰρ ἐπέσται.

κύριον μένει τέλος.

πρὸς τάδε τις τοκέων [545

σέβας εὖ προτίων

καὶ ξενοτί-

μους δόμων ἐπιστροφὰς

αἰδόμενός τις ἔστω.

ἑκὼν δ᾽ ἀνάγκας ἄτερ δίκαιος ὢν [550

οὐκ ἄνολβος ἔσται·

πανώλεθρος <δ᾽> οὔποτ᾽ ἂν γένοιτο.

τὸν ἀντίτολμον δέ φαμι παρβάταν

ἄγοντα πολλὰ παντόφυρτ᾽ ἄνευ δίκας

βιαίως ξὺν χρόνῳ καθήσειν [555

λαῖφος, ὅταν λάβῃ πόνος

θραυομένας κεραίας.

καλεῖ δ᾽ ἀκούοντας οὐδὲν <ἐν> μέσᾳ

δυσπαλεῖ τε δίνᾳ·

γελᾷ δὲ δαίμων ἐπ᾽ ἀνδρὶ θερμῷ, [560

τὸν οὔποτ᾽ αὐχοῦντ᾽ ἰδὼν ἀμαχάνοις

δύαις λαπαδνὸν οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν·

δι᾽ αἰῶνος δὲ τὸν πρὶν ὄλβον

ἕρματι προσβαλὼν δίκας

ὤλετ᾽ ἄκλαυτος, αἶστος. [565

Ἀθηνᾶ

κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,

ἥ τ᾽ οὖν διάτορος Τυρσηνικὴ

σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,

ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.

πληρουμένου γὰρ τοῦδε βουλευτηρίου [570

σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς

πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον

καὶ τούσδ᾽ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.

Χορός

ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.

τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε. [575

Ἀπόλλων

καὶ μαρτυρήσων ἦλθον-ἔστι γὰρ νόμῳ

ἱκέτης ὅδ᾽ ἁνὴρ καὶ δόμων ἐφέστιος

ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιος-

καὶ ξυνδικήσων αὐτός· αἰτίαν δ᾽ ἔχω

τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ᾽ εἴσαγε [580

ὅπως <τ᾽> ἐπίστᾳ τήνδε κύρωσον δίκην.

Ἀθηνᾶ

ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην·

ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων

γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος.

Χορος

πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. [585

ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς

τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας.

Ὀρέστης

ἔκτεινα· τούτου δ᾽ οὔτις ἄρνησις πέλει.

Χορός

ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων.

Ὀρέστης

οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον. [590

Χορός

εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες.

Ὀρέστης

λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.

Χορός

πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασιν;

Ὀρέστης

τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.

Χορός

ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν; [595

Ὀρέστης

καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.

Χορός

ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα.

Ὀρέστης

πέποιθ᾽. ἀρωγὰς δ᾽ ἐκ τάφου πέμψει πατήρ.

Χορός

νεκροῖσί νυν πέπισθι μητέρα κτανών.

Ὀρέστης

δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. [600

Χορός

πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.

Ὀρέστης

ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανεν.

Χορός

τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ᾽ ἐλευθέρα φόνῳ.

Ὀρέστης

τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;

Χορός

οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. [605

Ὀρέστης

ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;

Χορός

πῶς γάρ σ᾽ ἔθρεψ᾽ ἂν ἐντός, ὦ μιαιφόνε,

ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;

Ὀρέστης

ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι,

Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον. [610

δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα.

ἀλλ᾽ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ

δοκεῖ τόδ᾽ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.

Ἀπόλλων

λέξω πρὸς ὑμᾶς τόνδ᾽ Ἀθηναίας μέγαν

θεσμὸν δικαίως,-μάντις ὢν δ᾽ οὐ ψεύσομαι. [615

οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις,

οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,

ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.

τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν,

βουλῇ πιφαύσκω δ᾽ ὔμμ᾽ ἐπισπέσθαι πατρός· [620

ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.

Χορός

Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,

φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον

πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;

Ἀπόλλων

οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν [625

διοσδότοις σκήπτροισι τιμαλφούμενον,

καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις

τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Ἀμαζόνος,

ἀλλ᾽ ὡς ἀκούσῃ, Παλλὰς οἵ τ᾽ ἐφήμενοι

ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι. [630

ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα

τὰ πλεῖστ᾽ ἄμεινον εὔφροσιν δεδεγμένη,

δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι

φᾶρος περεσκήνωσεν, ἐν δ᾽ ἀτέρμονι

κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλῳ πέπλῳ. [635

ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος

τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.

ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,

ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.

Χορός

πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ· [640

αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον.

πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;

ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

Ἀπόλλων

ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,

πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ᾽ ἄκος [645

καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·

ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσῃ κόνις

ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις.

τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ

οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω [650

στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.

Χορός

πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα·

τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι

ἔπειτ᾽ ἐν Ἄργει δώματ᾽ οἰκήσει πατρός;

ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις; [655

ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;

Ἀπόλλων

καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ.

οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου

τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.

τίκτει δ᾽ ὁ θρῴσκων, ἡ δ᾽ ἅπερ ξένῳ ξένη [660

ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.

τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.

πατὴρ μὲν ἂν γένοιτ᾽ ἄνευ μητρός· πέλας

μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,

οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη, [665

ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.

ἐγὼ δέ, Παλλάς, τἄλλα θ᾽ ὡς ἐπίσταμαι,

τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,

καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον,

ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου [670

καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά,

καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι

στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.

Ἀθηνᾶ

ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν

ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων; [675

Χορός

ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.

μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.

Ἀθηνᾶ

τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽, ἄμομφος ὦ;

Ἀπόλλων

ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίᾳ

ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι. [680

Ἀθηνᾶ

κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,

πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.

ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ

αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.

πάγον δ᾽ Ἄρειον τόνδ᾽, Ἀμαζόνων ἕδραν [685

σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον

στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν

τήνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε,

Ἄρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος

πέτρα, πάγος τ᾽ Ἄρειος· ἐν δὲ τῷ σέβας [690

ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν

σχήσει τό τ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ὁμῶς,

αὐτῶν πολιτῶν μὴ ᾽πιχραινόντων νόμους

κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δ᾽ ὕδωρ

λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν. [695

τὸ μήτ᾽ ἄναρχον μήτε δεσποτούμενον

ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,

καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.

τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;

τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας [700

ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον

ἔχοιτ᾽ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,

οὔτ᾽ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.

κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,

αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ [705

ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.

ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν

ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ

καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην

αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος. [710

Χορός

καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονὸς

ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

Ἀπόλλων

κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς

ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι.

Χορός

ἀλλ᾽ αἱματηρὰ πράγματ᾽ οὐ λαχὼν σέβεις, [715

μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσῃ νέμων.

Ἀπόλλων

ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων

πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

Χορός

λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης

βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν. [720

Ἀπόλλων

ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις

θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ᾽ ἐγώ.

Χορός

τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·

Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.

Ἀπόλλων

οὔκουν δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν, [725

ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;

Χορός

σύ τοι παλαιὰς διανομὰς καταφθίσας

οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.

Ἀπόλλων

σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος

ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. [730

Χορός

ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,

δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω,

ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.

Ἀθηνᾶ

ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην.

ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι. [735

μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ᾽ ἐγείνατο,

τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,

ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.

οὕτω γυναικὸς οὐ προτιμήσω μόρον

ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. [740

νικᾷ δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.

ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους,

ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος.

Ὀρέστης

ὦ Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;

Χορός

ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾷς τάδε; [745

Ὀρέστης

νῦν ἀγχόνης μοι τέρματ᾽, ἢ φάος βλέπειν.

Χορός

ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.

Ἀπόλλων

πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,

τὸ μὴ ᾽δικεῖν σέβοντες ἐν διαιρέσει.

γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα, [750

βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία.

Ἀθηνᾶ

ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην·

ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.

Ὀρέστης

ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους. [755

γαίας πατρῴας ἐστερημένον σύ τοι

κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,

Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν

οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου

ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου

σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον [760

σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.

ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ

τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον

ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,

μήτοι τιν᾽ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς [765

ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ.

αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε

τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα

ἀμηχάνοισι πράξομεν δυσπραξίαις,

ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους [770

τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·

ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος

τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,

αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.

καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς· [775

πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,

σωτήριόν τε καὶ δορὸς νικηφόρον.

Χορός

ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος [780

ἐν γᾷ τᾷδε, φεῦ,

ἰὸν ἰὸν ἀντιπενθῆ

μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ

ἄφορον· ἐκ δὲ τοῦ

λειχὴν ἄφυλλος, ἄτεκνος, [785

ἰὼ δίκα, πέδον ἐπισύμενος

βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

στενάζω· τί ῥέξω;

γελῶμαι πολίταις.

δύσοισθ᾽ ἅπαθον. [790

ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖς

Νυκτὸς ἀτιμοπενθεῖς.

Ἀθηνᾶ

ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.

οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾽ ἰσόψηφος δίκη [795

ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·

ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,

αὐτός θ᾽ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,

ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.

ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ [800

βαρὺν κότον σκήψητε, μηδ᾽ ἀκαρπίαν

τεύξητ᾽, ἀφεῖσαι δαιμόνων σταλάγματα,

βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.

ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι

ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς [805

λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις

ἕξειν ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας.

Χορός

ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος [810

ἐν γᾷ τᾷδε, φεῦ,

ἰὸν ἰὸν ἀντιπενθῆ

μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ

ἄφορον· ἐκ δὲ τοῦ

λειχὴν ἄφυλλος, ἄτεκνος, [815

ἰὼ δίκα, πέδον ἐπισύμενος

βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

στενάζω· τί ῥέξω;

γελῶμαι πολίταις·

δύσοισθ᾽ ἅπαθον. [820

ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς

Νυκτὸς ἀτιμοπενθεῖς.

Ἀθηνᾶ

οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν

θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα. [825

κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;

καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,

ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·

ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ᾽ εὐπιθὴς ἐμοὶ

γλώσσης ματαίας μὴ ᾽κβάλῃς ἔπη χθονί, [830

καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς

κοίμα κελαινοῦ κύματος πικρὸν μένος

ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·

πολλῆς δὲ χώρας τῆσδ᾽ ἔτ᾽ ἀκροθίνια

θύη πρὸ παίδων καὶ γαμηλίου τέλους [835

ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον.

Χορός

ἐμὲ παθεῖν τάδε, φεῦ,

ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,

φεῦ, ἀτίετον μύσος.

πνέω τοι μένος ἅπαντά τε κότον. [840

οἶ οἶ δᾶ, φεῦ.

τίς μ᾽ ὑποδύεται, <τίς> ὀδύνα πλευράς ;

θυμὸν ἄιε, μᾶτερ

Νύξ· ἀπὸ γάρ με τι- [845

μᾶν δαναιᾶν θεῶν

δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.

Ἀθηνᾶ

ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.

καὶ τῷ μὲν <εἶ> σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα·

φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. [850

ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα

γῆς τῆσδ᾽ ἐρασθήσεσθε· προυννέπω τάδε.

οὑπιρρέων γὰρ τιμιώτερος χρόνος

ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν

ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως [855

τεύξῃ παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων,

ὅσων παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.

σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς

μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας

νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν, [860

μήτ᾽, ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων,

ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη

ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.

θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,

ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως· [865

ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην

τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,

εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην

χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.

Χορός

ἐμὲ παθεῖν τάδε, φεῦ, [870

ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,

φεῦ, ἀτίετον μύσος.

πνέω τοι μένος ἅπαντά τε κότον.

οἶ οἶ δᾶ, φεῦ.

τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς; [875

θυμὸν ἄιε, μᾶτερ

Νύξ· ἀπὸ γάρ με τι-

μᾶν δαναιᾶν θεῶν

δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. [880

Ἀθηνᾶ

οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,

ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ

θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν

ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου.

ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας; [885

γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,

σὺ δ᾽ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,

οὔ τἂν δικαίως τῇδ᾽ ἐπιρρέποις πόλει

μῆνίν τιν᾽ ἢ κότον τιν᾽ ἢ βλάβην στρατῷ.

ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς [890

εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.

Χορός

ἄνασσ᾽ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;

Ἀθηνᾶ

πάσης ἀπήμον᾽ οἰζύος· δέχου δὲ σύ.

Χορός

καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;

Ἀθηνᾶ

ὡς μή τιν᾽ οἶκον εὐθενεῖν ἄνευ σέθεν. [895

Χορός

σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;

Ἀθηνᾶ

τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.

Χορός

καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;

Ἀθηνᾶ

ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.

Χορός

θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου. [900

Ἀθηνᾶ

τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσῃ φίλους.

Χορός

τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί;

Ἀθηνᾶ

ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,

καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου

ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματα [905

εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα·

καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον

ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,

καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.

τῶν εὐσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις. [910

στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,

τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος.

τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ᾽ ἐγὼ

πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ

τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν. [915

Χορός

δέξομαι Παλλάδος ξυνοικίαν,

οὐδ᾽ ἀτιμάσω πόλιν,

τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε

φρούριον θεῶν νέμει,

ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων· [920

τ᾽ ἐγὼ κατεύχομαι

θεσπίσασα πρευμενῶς

ἐπισσύτους βίου τύχας ὀνησίμους

γαίας ἐξαμβρῦσαι [925

φαιδρὸν ἁλίου σέλας.

Ἀθηνᾶ

τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις

πράσσω, μεγάλας καὶ δυσαρέστους

δαίμονας αὐτοῦ κατανασσαμένη.

πάντα γὰρ αὗται τὰ κατ᾽ ἀνθρώπους [930

ἔλαχον διέπειν.

ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων

οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου.

τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν

πρὸς τάσδ᾽ ἀπάγει, σιγῶν <δ᾽> ὄλεθρος [935

καὶ μέγα φωνοῦντ᾽

ἐχθραῖς ὀργαῖς ἀμαθύνει.

Χορός

δενδροπήμων δὲ μὴ πνέοι βλάβα,

τὰν ἐμὰν χάριν λέγω·

φλογμός τ᾽ ὀμματοστερὴς φυτῶν, τὸ [940

μὴ περᾶν ὅρον τόπων,

μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,

μῆλά τ᾽ εὐθενοῦντα γᾶ

ξὺν διπλοῖσιν ἐμβρύοις [945

τρέφοι χρόνῳ τεταγμένῳ· γόνος <δ᾽>

πλουτόχθων ἑρμαίαν

δαιμόνων δόσιν τίοι.

Ἀθηνᾶ

ἦ τάδ᾽ ἀκούετε, πόλεως φρούριον,

οἷ᾽ ἐπικραίνει; μέγα γὰρ δύναται [950

πότνι᾽ Ἐρινὺς παρά τ᾽ ἀθανάτοις

τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων

φανερῶς τελέως διαπράσσουσιν,

τοῖς μὲν ἀοιδάς, τοῖς δ᾽ αὖ δακρύων

βίον ἀμβλωπὸν παρέχουσαι. [955

Χορός

ἀνδροκμῆτας δ᾽ ἀώρ-

ους ἀπεννέπω τύχας,

νεανίδων τ᾽ ἐπηράτων

ἀνδροτυχεῖς βιότους

δότε, κύρι᾽ ἔχοντες, [960

θεαί τ᾽ ὦ Μοῖραι

ματροκασιγνῆται,

δαίμονες ὀρθονόμοι,

παντὶ δόμῳ μετάκοινοι,

παντὶ χρόνῳ δ᾽ ἐπιβριθεῖς [965

ἐνδίκοις ὁμιλίαις,

πάντᾳ τιμιώταται θεῶν.

Ἀθηνᾶ

τάδε τοι χώρᾳ τἠμῇ προφρόνως

ἐπικραινομένων

γάνυμαι· στέργω δ᾽ ὄμματα Πειθοῦς, [970

ὅτι μοι γλῶσσαν καὶ στόμ᾽ ἐπωπᾷ

πρὸς τάσδ᾽ ἀγρίως ἀπανηναμένας·

ἀλλ᾽ ἐκράτησε Ζεὺς ἀγοραῖος·

νικᾷ δ᾽ ἀγαθῶν

ἔρις ἡμετέρα διὰ παντός. [975

Χορός

τὰν δ᾽ ἄπληστον κακῶν

μήποτ᾽ ἐν πόλει στάσιν

τᾷδ᾽ ἐπεύχομαι βρέμειν.

μηδὲ πιοῦσα κόνις

μέλαν αἷμα πολιτᾶν [980

δι᾽ ὀργὰν ποινᾶς

ἀντιφόνους ἄτας

ἁρπαλίσαι πόλεως.

χάρματα δ᾽ ἀντιδιδοῖεν

κοινοφιλεῖ διανοίᾳ, [985

καὶ στυγεῖν μιᾷ φρενί·

πολλῶν γὰρ τόδ᾽ ἐν βροτοῖς ἄκος.

Ἀθηνᾶ

ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς

ὁδὸν εὑρίσκειν;

ἐκ τῶν φοβερῶν τῶνδε προσώπων [990

μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·

τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ

μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν

ὀρθοδίκαιον

πρέψετε πάντως διάγοντες. [995

Χορός

<χαίρετε> χαίρετ᾽ ἐν αἰσιμίαισι πλούτου.

χαίρετ᾽ ἀστικὸς λεώς,

ἴκταρ ἥμενοι Διός,

παρθένου φίλας φίλοι

σωφρονοῦντες ἐν χρόνῳ. [1000

Παλλάδος δ᾽ ὑπὸ πτεροῖς

ὄντας ἅζεται πατήρ.

Ἀθηνᾶ

χαίρετε χὐμεῖς· προτέραν δ᾽ ἐμὲ χρὴ

στείχειν θαλάμους ἀποδείξουσαν

πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν. [1005

ἴτε καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν

κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν

χώρας κατέχειν, τὸ δὲ κερδαλέον

πέμπειν πόλεως ἐπὶ νίκῃ.

ὑμεῖς δ᾽ ἡγεῖσθε, πολισσοῦχοι [1010

παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.

εἴη δ᾽ ἀγαθῶν

ἀγαθὴ διάνοια πολίταις.

Χορός

χαίρετε, χαίρετε δ᾽ αὖθις, ἐπανδιπλάζω,

πάντες οἱ κατὰ πτόλιν, [1015

δαίμονές τε καὶ βροτοί,

Παλλάδος πόλιν νέμον-

τες· μετοικίαν δ᾽ ἐμὴν

εὖ σέβοντες οὔτι μέμ-

ψεσθε συμφορὰς βίου. [1020

Ἀθηνᾶ

αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων

πέμψω τε φέγγει λαμπάδων σελασφόρων

εἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους

ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας

τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς [1025

Θησῇδος ἐξίκοιτ᾽ ἂν εὐκλεὴς λόχος

παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων.

φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι

τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,

ὅπως ἂν εὔφρων ἥδ᾽ ὁμιλία χθονὸς [1030

τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.

Προπομποί

βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι

Νυκτὸς παῖδες ἄπαιδες, ὑπ᾽ εὔφρονι πομπᾷ,

εὐφαμεῖτε δέ, χωρῖται, [1035

γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν,

[καὶ] τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι,

εὐφαμεῖτε δὲ πανδαμεί.

ἵλαοι δὲ καὶ σύμφρονες γᾷ [1040

δεῦρ᾽ ἴτε, σεμναί, <ξὺν> πυριδάπτῳ

λαμπάδι τερπόμεναι καθ᾽ ὁδόν.

ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.

σπονδαὶ δ᾽ ἐς τὸ πᾶν ἐκ μετοίκων

Παλλάδος ἀστοῖς. Ζεὺς <ὁ> πανόπτας [1045

οὕτω Μοῖρά τε συγκατέβα.

ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.

 


Aerius, 2003